Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.117 Joseph. AJ 12.122 (English) >>Joseph. AJ 12.127

12.120τεκμήριον δὲ τοῦτο· τοὺς Ἰουδαίους μὴ βουλομένους ἀλλοφύλῳ ἐλαίῳ χρῆσθαι λαμβάνειν ὡρισμένον τι παρὰ τῶν γυμνασιάρχων εἰς ἐλαίου τιμὴν ἀργύριον ἐκέλευσεν. τοῦ δήμου τῶν Ἀντιοχέων ἐν τῷ νῦν πολέμῳ λῦσαι προαιρουμένου Μουκιανὸς ἡγεμὼν ὢν τότε τῆς Συρίας ἐτήρησεν, 12.121καὶ μετὰ ταῦτα κρατήσαντος Οὐεσπασιανοῦ καὶ Τίτου τοῦ υἱοῦ αὐτοῦ τῆς οἰκουμένης δεηθέντες οἱ Ἀλεξανδρεῖς καὶ Ἀντιοχεῖς, ἵνα τὰ δίκαια τὰ τῆς πολιτείας μηκέτι μένῃ τοῖς Ἰουδαίοις, οὐκ ἐπέτυχον. 12.122ἐξ οὗ τις ἂν κατανοήσειεν τὴν Ῥωμαίων ἐπιείκειαν καὶ μεγαλοφροσύνην, μάλιστα δὲ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου, ὅτι καίτοι πολλὰ πονήσαντες ἐν τῷ πρὸς Ἰουδαίους πολέμῳ καὶ πικρῶς πρὸς αὐτοὺς ἔχοντες, ὅτι μὴ παρέδοσαν αὐτοῖς τὰ ὅπλα μέχρις δʼ ἐσχάτου πολεμοῦντες ὑπέμειναν, 12.123οὐδενὸς αὐτοὺς τῶν ὑπαρχόντων κατὰ τὴν προειρημένην πολιτείαν ἀφείλοντο· ἅμα γὰρ καὶ τῆς πρότερον ὀργῆς καὶ τῆς τῶν Ἀλεξανδρέων καὶ Ἀντιοχέων δήμων μεγίστων παρακλήσεως ἐκράτησαν, 12.124ὥστε μηδὲν μήθʼ ὑπὸ τῆς πρὸς τούτους χάριτος μήθʼ ὑπὸ τῆς πρὸς τοὺς πολεμηθέντας μισοπονηρίας ἐνδοῦναι πρὸς τὸ λῦσαί τι τῶν ἀρχαίων τοῖς Ἰουδαίοις φιλανθρώπων, ἀλλὰ τοὺς ἀνταραμένους αὐτοῖς ὅπλα καὶ χωρήσαντας διὰ μάχης δεδωκέναι τιμωρίαν φήσαντες τοὺς οὐδὲν ἐξαμαρτόντας οὐκ ἐδικαίουν ἀποστερεῖν τῶν ὑπαρχόντων.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.117 Joseph. AJ 12.122 (English) >>Joseph. AJ 12.127

Powered by PhiloLogic